Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.102 Joseph. AJ 6.107 (English) >>Joseph. AJ 6.111

6.105βασιλεῦσαι χρόνον ἐξεγένετο καὶ τοῖς σοῖς ἐγγόνοις.” καὶ Σαμουῆλος μὲν ἀχθόμενος ἐπὶ τοῖς γεγενημένοις ἀνεχώρησε παρʼ αὑτὸν, Σαοῦλος δὲ εἰς Γαβαὼν πόλιν ἔχων ἑξακοσίους μεθʼ ἑαυτοῦ μόνον ἧκε σὺν Ἰωνάθῃ τῷ παιδί. τούτων δὲ οἱ πλείους οὐκ εἶχον ὅπλα τῆς χώρας σπανιζούσης σιδήρου καὶ τῶν ὅπλα χαλκεύειν δυναμένων· οὐ γὰρ εἴων οἱ Παλαιστῖνοι ταῦτα εἶναι, καθὼς μικρὸν ἔμπροσθεν δεδηλώκαμεν. 6.106διελόντες δʼ εἰς τρία μέρη τὴν στρατιὰν οἱ Παλαιστῖνοι καὶ κατὰ τοσαύτας ὁδοὺς ἐπερχόμενοι τὴν τῶν Ἑβραίων χώραν ἐπόρθουν, βλεπόντων τε Σαούλου τοῦ βασιλέως αὐτῶν καὶ τοῦ παιδὸς Ἰωνάθου ἀμῦναί τε τῇ γῇ, μεθʼ ἑξακοσίων γὰρ μόνων ἦσαν, οὐ δυναμένων. 6.107καθεζόμενοι δʼ αὐτός τε καὶ παῖς αὐτοῦ καὶ ἀρχιερεὺς Ἐχίας ἀπόγονος ὢν Ἠλὶ τοῦ ἀρχιερέως ἐπὶ βουνοῦ ὑψηλοῦ καὶ τὴν γῆν λεηλατουμένην ὁρῶντες ἐν ἀγωνίᾳ δεινῇ καθεστήκεσαν. συντίθεται δὲ Σαούλου παῖς τῷ ὁπλοφόρῳ, κρύφα πορευθέντες αὐτοὶ εἰς τὴν τῶν πολεμίων παρεμβολὴν ἐκδραμεῖν καὶ ταραχὴν ἐμποιῆσαι καὶ θόρυβον αὐτοῖς. 6.108τοῦ δὲ ὁπλοφόρου προθύμως ἕπεσθαι φήσαντος ὅποι ποτʼ ἂν ἡγῆται, κἂν ἀποθανεῖν δέῃ, προσλαβὼν τὴν τοῦ νεανίσκου συνεργίαν καὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ πρὸς τοὺς πολεμίους ἐπορεύετο. ἦν δὲ τὸ τῶν πολεμίων στρατόπεδον ἐπὶ κρημνοῦ, τρισὶν ἄκραις εἰς λεπτὸν ἀπηκονημέναις μῆκος πέτρας ἐν κύκλῳ περιστεφανούσης ὥσπερ προβόλοις τὰς ἐπιχειρήσεις ἀπομαχόμενον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.102 Joseph. AJ 6.107 (English) >>Joseph. AJ 6.111

Powered by PhiloLogic